Oden 6
Swetes Septuaginta
3 Προσευχὴ Ἰωνᾶ. Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου· ἤκουσας φωνῆς μου.
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης. καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεαορισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.
5 κἀγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου
6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου. ἄβυσσος ἐκύκλωσέν με ἐσ χάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων·
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ θεός μου.
8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην. καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐνκατέλιπον·
10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι. ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου υῷ κυρίῳ.