Odas 10

Septuaginta de Swete

1 ᾨδὴ Ἠσαίου. ᾍσω δέ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι·

2 καὶ φραγμὸν περιέθηκα, καὶ ἐφύτευσαν ἄμπελον ἐν σωρήκ. καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς, καὶ προλήνιον ἔρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.

3 καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.

4 τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.

5 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.

6 καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ. καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.

7 ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος Ἰσραήλ ἐστιν, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν.

8 καὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφελοῦνται, μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς

9 ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα Κυρίου σαβαώθ.