Psalms of Solomon 6

Swete's Septuagint

1 Ἐν ἐλπίδι τῷ Σαλωμών. Μακάριος ἀνὴρ οὗ ἡ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ ὄνομα Κυρίου·

2 ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται

3 αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ Κυρίου, καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ

4 ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται·

5 ἡ ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ πτοηθήσεται.

6 ἐξανέστη ἐξ ὕπνου αὐτοῦ, καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου.

7 ἐπ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ἀνόματι τοῦ θεοῦ, καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ.

8 καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φοίβῳ θεοῦ, καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ ὁ κύριος.

9 εὺλογητὸς Κύριος ὁ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθεία.